Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.47 Dem. 43.49 (English) >>Dem. 43.52

43.48εἰ γάρ τις ἀνακρίνοι, ἄνδρες δικασταί, οὑτοσὶ τίς ἐστιν ἀμφισβητῶν τῷ παιδὶ τούτῳ τοῦ κλήρου τοῦ Ἁγνίου; εὖ οἶδʼ ὅτι ἀποκρίναιτʼ ἄν, Μακάρτατος. τίνος ὢν πατρός; Θεοπόμπου. μητρὸς δὲ τίνος; Ἀπολήξιδος θυγατρὸς Προσπαλτίου, ἀδελφῆς δὲ Μακαρτάτου Προσπαλτίου. δὲ Θεόπομπος τίνος ἦν πατρός; Χαριδήμου. δὲ Χαρίδημος τίνος; Στρατίου. δὲ Στρατίος τίνος; Βουσέλου. οὑτοσί, ἄνδρες δικασταί, ἐστιν Στρατίου οἶκος, ἑνὸς τῶν Βουσέλου υἱέων, καὶ ἔκγονοι οὗτοί εἰσιν Στρατίου, οὓς ὑμεῖς ἀκηκόατε· καὶ ἐνταῦθα οὐδαμοῦ ἐστιν οὐδὲν ὄνομα τῶν ἐκ τοῦ οἴκου τοῦ Ἁγνίου, ἀλλʼ οὐδὲ παραπλήσιον. 43.49πάλιν δὴ ἀνακρίνω τὸν παῖδα τουτονί, τίς ὢν ἀμφισβητεῖ Μακαρτάτῳ τοῦ κλήρου τοῦ Ἁγνίου. οὐκ ἂν ἔχοι, ἄνδρες δικασταί, ἄλλʼ οὐδʼ ὁτιοῦν ἀποκρίνασθαι παῖς, ὅτι Εὐβουλίδης. τίνος ὢν πατρός; Εὐβουλίδου τοῦ Ἁγνίου ἀνεψιοῦ. μητρὸς δὲ τίνος; Φυλομάχης, ἦν Ἁγνίᾳ ἀνεψιοῦ παῖς πρὸς πατρός. Εὐβουλίδης δὲ τίνος ἦν πατρός; Φιλάγρου τοῦ ἀνεψιοῦ τοῦ Ἁγνίου. μητρὸς δὲ τίνος; Φυλομάχης τῆς τηθίδος τῆς Ἁγνίου. δʼ Ἁγνίας τίνος ἦν υἱός; Πολέμωνος. δὲ Πολέμων τίνος; Ἁγνίου. δʼ Ἁγνίας τίνος; Βουσέλου. 43.50οὑτοσὶ ἕτερος οἶκός ἐστιν Ἁγνίου, ἑνὸς τῶν Βουσέλου υἱέων, καὶ ἐνταῦθʼ οὐδʼ ὁτιοῦν ἔνεστι τὸ αὐτὸ ὄνομα τῶν ἐν τῷ Στρατίου οἴκῳ ὄντων ἐκγόνων, ἀλλʼ οὐδὲ παραπλήσιον· ἀλλʼ αὐτοὶ διʼ αὑτῶν πορεύονται ἐν τῷ οἴκῳ τῷ Ἁγνίου, τὰ ὀνόματα παρʼ ἀλλήλων παραλαμβάνοντες. πανταχῇ δὴ καὶ πάντα τρόπον ἐξελέγχονται ἐξ ἑτέρου οἴκου καὶ γένει ἀπωτέρω ὄντες, καὶ οὐ προσῆκον αὐτοῖς κληρονομεῖν οὐδενὸς τῶν Ἁγνίου. οἷς γὰρ δίδωσιν νομοθέτης τὴν ἀγχιστείαν καὶ τὴν κληρονομίαν, τούτους ἀναγνώσεται ὑμῖν τοὺς νόμους.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.47 Dem. 43.49 (English) >>Dem. 43.52

Powered by PhiloLogic